ΜΟΝΟ ΑΝ ΑΠΟΔΙΩΞΕΙΣ ΑΠΟ ΤΗΝ ΚΑΡΔΙΑ ΣΟΥ ΤΑ ΓΗΪΝΑ
ΘΑΡΘΕΙ Ο ΘΕΟΣ ΝΑ ΚΑΤΟΙΚΗΣΕΙ
«Ἐκχόησον ἐξ αὐτῆς πάντα τὰ γήϊνα, ἵνα εὕρῃ ἐν αὐτῇ τὴν εἴσοδον…
Ζηλωτὴς γάρ ἐστιν ὁ σὸς νυμφίος Χριστός»
(Ἰωάννου Δαμασκηνοῦ)
«…Πόθησον ἀξίως τὸν σὲ ποθήσαντα. Ὅλον ἄνοιξον αὐτῷ ..........
ΘΑΡΘΕΙ Ο ΘΕΟΣ ΝΑ ΚΑΤΟΙΚΗΣΕΙ
«Ἐκχόησον ἐξ αὐτῆς πάντα τὰ γήϊνα, ἵνα εὕρῃ ἐν αὐτῇ τὴν εἴσοδον…
Ζηλωτὴς γάρ ἐστιν ὁ σὸς νυμφίος Χριστός»
(Ἰωάννου Δαμασκηνοῦ)
«…Πόθησον ἀξίως τὸν σὲ ποθήσαντα. Ὅλον ἄνοιξον αὐτῷ τὸ ταμεῖον τῆς καρδίας σου, ἵν' ὅλως οἰκήσῃ ἐν σοὶ Χριστὸς σὺν τῷ Πατρὶ καὶ τῷ Πνεύματι. Ἐκχόησον ἐξ αὐτῆς πάντα τὰ γήϊνα, ἵνα εὕρῃ ἐν αὐτῇ τὴν εἴσοδον. Οἶκος γὰρ γῆν καὶ πνεῦμα ἀέρος ἅμα οὐχ ὑποδέξεται. Ὅσον ἐνοικίσεις τὸν χοῦν, ἀπελάσεις τὸ τοῦ ἀέρος πνεῦμα καὶ ὅσον εἰσοικίσεις ἐν τῇ καρδίᾳ σου τὰ γήϊνα, ἀποικίσεις τὸ Πνεῦμα τὸ ἅγιον.
Πόθεν πορνεῖαι; πόθεν μοιχεῖαι; πόθεν ἔριδες, φιλονεικίαι, φθόνοι, φόνοι, καὶ πᾶς ὁ τῶν κακῶν ἐσμός; οὐκ ἐκ τῆς ἐπιθυμίας τῶν γηΐνων; Ἀπέλασον πᾶσαν κενοδοξίαν, τὴν τῆς ἀπιστίας μητέρα. Οὐ γὰρ δύνασθε. φησὶν ὁ Χριστὸς, πιστεύειν εἰς ἐμὲ, δόξαν παρὰ ἀνθρώπων λαμβάνοντες. Ἐξόρισον ἐκ τῆς σῆς καρδίας πᾶσαν οἴησιν, ὑπερηφανίαν, ἔπαρσιν. Ἀκάθαρτος γὰρ παρὰ Κυρίῳ πᾶς ὑψηλοκάρδιος. Ὑπερηφάνοις ἀντιτάσσεται Κύριος, ταπεινοῖς δὲ δίδωσι χάριν. Ἀπάρνησαι πᾶσαν αὐθάδειαν, αὐταρέσκειαν, ἵνα μόνῳ ὑποτάσσῃ τῷ νόμῳ τοῦ Θεοῦ. Καὶ αὐτὸς ὁδηγήσει σε ἐπὶ λιμένα θελήματος αὐτοῦ.
Μὴ εἰσαγάγῃς ἄλλον νυμφίον ἐν τῇ παστάδι τῆς καρδίας σου. Ζηλωτὴς γάρ ἐστιν ὁ σὸς νυμφίος Χριστός· ὁ γλυκύτατος, ὁ μόνος ποθητός, ὅλος γλυκασμός, ὅλος ἐπιθυμία. Αὐτῷ μόνῳ τὴν σὴν ἀναπέτασον καρδίαν, καὶ βόησον αὐτῷ.
Τετρωμένης καρδίας εἰμὶ ἐγώ· ἐξέστησέ με ὁ πόθος σου· ἠλλοίωσέ με ἡ ἀγάπη σου, Δέσποτα. Δεσμία εἰμὶ τῷ σῷ ἔρωτι. Εἴσελθε εἰς τὸ ταμιεῖόν σου· φιλήσω σου τὰ ἴχνη. Οὐκ εἰμὶ γὰρ ἀξία εἰπεῖν, Φίλησόν με ἀπὸ φιλημάτων στόματός σου; Ἐνοίκησον ἐν ἐμοὶ, καὶ ἐμπεριπάτησον, κατὰ τὴν ἀψευδῆ σου ἐπαγγελίαν, καὶ ποίησόν με ναὸν τοῦ παναγίου Πνεύματος. Κατακυρίευσον τῆς καρδίας μου, Δέσποτα, καὶ κατακληρονόμησον αὐτὴν, καὶ μονὴν παρ' ἐμοὶ ποίησαι, ἅμα ὑπὸ τῷ Πατρὶ καὶ τῷ Πνεύματι. Πλάτυνόν σου ἐν ἐμοὶ τὰ σχοινίσματα, τὰς ἐνεργείας τοῦ παναγίου Πνεύματος. Σὺ γὰρ Θεός μου, καὶ δοξάσω σε, σὺν τῷ ἀνάρχῳ σου Πατρὶ, ἅμα τῷ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν».
(Ἰωάννου Δαμασκηνοῦ, Λόγος εἰς τὴν ξηρανθεῖσαν συκῆν καὶ εἰς τὴν παραβολὴν τοῦ ἀμπελῶνος Thesaurus Linguae Graecae, V. 96, p. 588, l. 46)
ΜΟΝΟ ΑΝ ΑΠΟΔΙΩΞΕΙΣ ΑΠΟ ΤΗΝ ΚΑΡΔΙΑ ΣΟΥ ΤΑ ΓΗΪΝΑ